Add parallel Print Page Options

21 ὅπου γάρ ἐστιν ὁ θησαυρός [a]σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία [b]σου.

22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν [c]ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· 23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον.

24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.

25 Διὰ τοῦτο λέγω ὑμῖν· μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί [d]φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς [e]αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:21 *σου WH Treg NIV ] ὑμῶν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:21 *σου WH Treg NIV ] ὑμῶν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:22 ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς WH NIV ] ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ Treg RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:25 φάγητε Holmes WHmarg] + ἢ τί πίητε WH Treg NIV; + καὶ τί πίητε RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:28 αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν WH NIV ] αὐξάνουσιν· οὐ κοπιοῦσιν οὐδὲ νήθουσιν Treg; αὐξάνει οὐ κοπιᾷ οὐδὲ νήθει RP